Ancient Greek
BGU 3 922
Documentary Papyri, Bgu 3 922
Not analysed yet
β καὶ α ἔτους τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν Παχὼν κθ …αμωνος ἀργυρικῶν γενημάτων τοῦ διελθόντος α ἔτους Σαραπίων Ἑρμίνου καινοπ ἐτῶν ιβ Αὐρήλιος Πάρις σεσημείωμαι. Αὐρήλιος Εὐδαίμων ὁ καὶ Ἑρμῖνος Ἑρμίνου Αὐρηλίοις Περιόδῳ Διοσκόρου καὶ Βησαρίωνι Σιλβανοῦ γεωργοῖς χαίρειν. μεμέτρημαι τὸν κριθικὸν φόρον ὧν γεωργεῖτε ἀρούρης α 𐅸…ε… ἐκ τοῦ Ἀγαθοκλέους κλήρου ἐκ πλήρους γενήματος τοῦ ἐνεστῶτος β καὶ α ἔτους Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν, τῶν δημοσίων πάντων ὄντων πρὸς ἐμὲ τὸν γεοῦχον. ἔτους β καὶ α Μεσορὴ λ Αὐρήλιος Εὐδαίμων ὁ καὶ Ἑρμῖνος ἐσημειωσάμην ὡς πρόκειται.