Ancient Greek
BGU 3 936
Documentary Papyri, Bgu 3 936
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Θεοδοσίου τὸ ια, Οὐαλεντινανοῦ τὸ α τῶν αἰωνίων Αὐγούστων, Παχὼν ε ἐν Ὀξυρύγχων θ ἰνδικτίωνος τῇ τάξει τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ μεγαλοπρεπεστάτου …ος ἐπαρχίας Ἀρκαδίας Φλαουίου Ἀριστονίκου Ἀλεξάνδρου διὰ Φλαουίου …ὁ δεῖνα διὰ Φλαουίου Σαμουὴλ Διοσκουρίδου τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν ὁμολογῶ ὀμνὺς θεὸν τὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν σωτηρίαν τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν Θεοδοσίου καὶ Οὐαλεντινιανοῦ τῶν αἰωνίων Αὐγούστων ἑκουσίᾳ καὶ αὐθαιρέτῳ γνώμῃ ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς τε καὶ ἐμφανίας Αὐρήλιον Σωτᾶν υἱὸν Ἀνουθίου ἀπὸ τῆς αὐτῆς Ὀξυρυγχιτῶν πόλεως ὑποβληθέντα βουλευτὴν καὶ ὣς καταφυγόντα εἰς παγανικὰς συντελείας καὶ τοῦτον ἐπιζητούμενον τούτου ἕνεκα παραστήσω, ὁπόταν ἐπιζητῆται εἰ δὲ μὴ, ὑπεύθυνος ἔσομαι τῆς αὐτοῦ παραστάσεως καὶ πᾶσι τοῖς ἐπιζητουμένοις παρʼ αὐτῷ ἀποκρίνασθαι. κυρία ἡ ἐγγύη …καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …