Ancient Greek
BGU 3 940
Documentary Papyri, Bgu 3 940
Not analysed yet
Αὐρήλιος Ἀφοῦς …ἀφʼ Ἡρακλέους πόλεως …θυ…α… χαίρειν μεμίσθωμαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι ἐν …ἐπʼ ἀμφόδου …Σακκοφόρῳ …ν λαύρα …οἰκίας ἀνεωγμένης εἰς βορρᾶ σὺν …καὶ αὐλῆς καὶ φρέατος καὶ χρηστηρίων πάντων ἐν τῇ δευτέρᾳ στέγῃ τόπον ἕνα ἀνεωγμένων εἰς …καὶ τὴν χρῆσιν τῶν χρηστηρίων πάντων τοῖς κ… ἐνιαυτω …τοῦ ὄντος μηνὸς Ἁθὺρ τῆς παρούσης ιβ ἰνδικτίονος ον τὴν συμπεφωνημένην πρὸς ἀλλήλους τοῦ ὅλου ἐνιαυτοῦ ἀργυρίου δηναρίων μυριάδας χιλίων ὀκτακοσίων γίνονται δηναρίων μυριάδες Αω ἐν τέλει τοῦ ἐνιαυτοῦ ἀνυπερθέτως. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείαι τοῦ δεσπότου ἡμῶν Ὁνορίου τοῦ αἰωνίου Αὐγούστου τὸ δ καὶ Φλαουίου Εὐτυχιανοῦ τοῦ λαμπροτάτου. Ἁθὺρ ϛ Αὐρήλιος Ἀφοῦς Πραν…τ… μεμίσθωμαι καὶ ἀπολύσω ὡς πρόκειται.