Ancient Greek
BGU 3 950
Documentary Papyri, Bgu 3 950
Not analysed yet
…τ…ς οἰκίας θε… …ε…αν καὶ τὴν μητέρα σου κ…ετησης καὶ ἐμὲ, καταξίωσον δὲ συνωνήσασθαί μοι πράσιον νάκκον ἕνα καὶ κραβατάλιον ἓν πάνυ πρωτεῖον καὶ εχθεγιον οἷον τή ποτε αλ…τεινη τοῦτο ποιῆσαι. ἐὰν οὖν νῦν παραγένῃ σὺν θεῷ ἐν Ἀλεξανδρείᾳ, διὰ σεαυτοῦ φέρε αὐτά. εἰ δὲ βραδύνεις ἐν Ἀρκαδίᾳ, παρακαλῶ παραυτὰ ἀπόστειλον αὐτὰ εἰς τὴν οἰκίαν καὶ γράψον ἡμῖν περὶ τῆς ὑγιείας σου. ἐρρῶσθαί σε εὔχομαι καὶ ε…τι πολλοῖς χρόνοις, κύριε τιμιώτατε ἄδελφε.