Ancient Greek
BGU 3 971
Documentary Papyri, Bgu 3 971
Not analysed yet
…καὶ γυμνασιαρχήσαντι ἐπικριτῇ παρὰ Δωρᾶ Πτολεμαίου τοῦ ……καὶ τῆς τούτου γυναικὸς Ταμύστας Ἀφροδισίου θυγατρὸς κατοίκου …ἀναγραφομένων ἐπʼ ἀμφόδου Ἑρμουθιακῆς. τῶν γεγονότων ἡμῖν ἐξ ἀλλήλων υἱῶν Ἀπολιναρίου καὶ Ἀμμωνίου προσβαινόντων εἰς ιδ ἔτει τῷ ἐνεστῶτι γ ἔτει Λουκίου Σεπτιμίου Σεουήρου καὶ ὀφειλόντων ἐπικριθῆναι κατὰ τὰ κελευσθέντα ὑπετάξαμεν τὰ ἀμφοτέρων ἡμῶν δίκαια καὶ ἀπεγραψάμεθα τῇ τοῦ …ἔτους ἀπογραφῇ ἐπʼ ἀμφόδου …βας, τῇ δὲ τοῦ κη ἔτους ἐπὶ τοῦ προκειμένου ἀμφόδου Ἑρμουθιακῆς καὶ ἀπεγραψάμεθα τοὺς ἐπικρινομένους ἡμῶν υἱοὺς δύο Ἀπολινάριον καὶ Ἀμμώνιον π… τῇ τοῦ …ἔτους ἀπογραφῇ ἐπʼ ἀμφόδου …Αὐρηλίῳ Πλάτωνι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος καὶ Σεπτιμίῳ Διδύμῳ βασιλικῷ γραμματεῖ καὶ …λαογράφοις η κλήρου παρʼ Αὐρηλίου Ἀμμωνίου Δωρᾶ τοῦ Πτολεμαίου ἀναγραφομένου ἐν καταλοχισμοῖς κατοίκων ἀπὸ ἀμφόδου Ἑρμουθιακῆς. ὑπάρχει μοι ἐπʼ ἀμφόδου ……καὶ ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ὑπογεγραμμένους ἐνοίκους εἰς τὴν τοῦ …ἔτους κατʼ οἰκίαν ἀπογραφὴν ἐπ ἀμφόδου …ἐφʼ οὗ καὶ τῇ προτέρᾳ ἀπογραφῇ ἀπεγραψάμην, καί εἰμι Ἀμμώνιος ὁ προγεγραμμένος ὡς ἐτῶν …οὐλὴ …καὶ εἰμὶ γυναῖκα Θερμουθάριον ἀπάτορα μητρὸς Θερμουθαρίου ὡς ἐτῶν …οὐλὴ …ἀπογεγραμμένην ἐπʼ ἀμφόδου Ἑρμουθιακῆς καὶ τὴν γενομένην ἡμῖν ἐξ ἀλλήλων θυγατέρα ……Σεπτιμίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος καὶ Ἀχιλλεῖ βασιλικῷ γραμματεῖ καὶ …λαογράφοις …παρὰ Θερμουθαρίου μητρὸς Θερμουθαρίου ἀπʼ ἀμφόδου Ἑρμουθιακῆς ……ὑπάρχει τῷ ἀφήλικί μου υἱῷ ……ἐπʼ ἀμφόδου Ἑρμουθιακῆς τῶν κ… ἐφʼ οὗ καὶ τῇ τοῦ …ἔτους ἀπογραφῇ ἀπεγραψάμην σὺν τῷ ἀνδρί, καί εἰμι Θερμουθάριον ἡ προγεγραμμένη ὡς ἐτῶν …γυνὴ Ἀμμωνίου τοῦ Δωρᾶ τοῦ τετελευτηκότος …