Ancient Greek
BGU 3 975
Documentary Papyri, Bgu 3 975
Not analysed yet
Μεχὶρ κε ἔτους τετάρτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Μεχὶρ πέμπτῃ καὶ εἰκάδι ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλίδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Παοῦς Παοῦτος ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ μετώπῳ ἀριστερῷ τῇ γεγενημένῃ αὐτοῦ γυναικὶ Τεσενούφει τῆς Ὀννώφρεως ὡς ἐτῶν εἴκοσι οὐλὴ γαστροκνημίῳ ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ ἑαυτῆς συγγενοῦς Σαταβοῦτος τοῦ Ἑριέως ὡς ἐτῶν τριάκοντα οὐλὴ γαστροκνημίῳ ἐκ δεξιῶν συνῆρθαι τὴν πρὸς ἀλλήλους συμβίωσιν, ἥτις αὐτοῖς συνέστηκε κατὰ συνγραφὴν γάμου, καὶ μηδὲν ἀλλήλοις ἐνκαλεῖν μήδʼ ἐνκαλέσειν περὶ μηδενὸς ἁπλῶς πράγματος …ς καὶ ἀπέχει ἡ Τεσενοῦφις ἣν ὀφείλει αὐτῇ ὁ Παοῦς φερνὴν ἀργυρίου καὶ τὰ παράφερνα …τῇ Τεσενούφει …ερν…ετεραν…