Ancient Greek
BGU 3 985
Documentary Papyri, Bgu 3 985
Not analysed yet
ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς …ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ …Σαταβοῦτος ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ παρὰ γαστροκνημίαν δεξιὰν Πτολεμαίωι Φανομγέως ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς ἔχειν παρʼ αὐτοῦ πυροῦ ἀρτάβας ἓξ μέτρῳ ἑξαχοινίκῳ ἑρμηνέως Καρανίδος, ἃς ὤφειλεν αὐτῷ ὁ Πτολεμαῖος καθʼ ὁμολογίαν καρπίας Ἀνθιανῆς οὐσίας ἀρουρῶν δύο ἡμίσους ……αντ… τετελειωμένην διὰ τοῦ αὐτοῦ γραφείου τῷ διεληλυθότι ἑβδόμῳ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Καισαρίῳ νεομηνίᾳ, ἣν καὶ …