Ancient Greek
BGU 4 1018
Documentary Papyri, Bgu 4 1018
Not analysed yet
Αὐρηλίῳ Εὐδαίμωνι τῷ καὶ Ἀμμωνίῳ Πλουτίωνος Ἀντινοεῖ παρὰ Αὐρηλίου Σύρου τοῦ Ἥρωνος μητρὸς Τεφροσᾶτος ὥς φησιν ἀπὸ τῆς μητροπόλεως. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ κώμην Κερκαισῆφι κλήρου κατοικικοῦ ἀρούρας τέσσαρας τέταρτον ἢ ὅσαι ἐὰν ὦσι ἐν τόπῳ λεγομένῳ Χηνᾶ εἰς ἔτη δύο ἀπὸ τοῦ εἰσιόντος γ ἔτους ἐκφορίου κατʼ ἔτος πυροῦ ἀρτάβας δέκα πέντε σύν αἷς λήμψομαι σπερμάτων πυροῦ ἀρτάβαι δύο, καὶ χλωροφόρου ἀργυρίου δραχμὰς τεσσαράκοντα, καὶ τὸν φόρον ἀποδώσω ἐν μηνὶ Παῦνι ἐφʼ ἅλῳ τῆς κώμης μέτρῳ χαλκῷ Ἀβουτᾶτος τῆς μετρήσεως γινομένης διά τινος τῶν σῶν, τὸν δὲ χλωροφόρον μηνὶ Φαμενὼθ τῶν δημοσίων πάντων πρὸς σὲ τὸν γεοῦχον χωρὶς φορέτρων, καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας καθαρὰς ὡς παρέλαβον, ἐὰν φαίνηται μισθώσασθαι. ἔτους β Μεσορὴ κε. Σύρος ἐτῶν ξ οὐλὴ ὀφρύι ἀριστερᾷ.