Ancient Greek
BGU 4 1025
Documentary Papyri, Bgu 4 1025_s15
Not analysed yet
Αὐρήλιος Αἰλιανὸς Ἑρμοῦ βουλευτὴς Ἑρμουπόλεως διαδότης Φιλῶν Αὐρηλίῳ Φιλάμμωνι ἐπιμελητῇ χαίρειν. ἔσχον παρὰ σοῦ ἐν Ἑρμουπόλει κρέως λίτρας …γίνονται κρέως λίτραι …ἐφʼ ᾧτέ με λημματίσαι σοι αὐτὰς ἐν τοῖς κάστροις καὶ ἄποχα γράμματα ἐκδοῦναι καὶ ἀχύρου λίτρας τριακοσίας γίνονται ἀχύρου λίτραι τ. Παῦνι κβ Αἰλιανὸς διαδότης ὁ προκείμενος σεσημείωμαι. ἔσχον τὸ ἴσον. Σιλβανὸς σεσημείωμαι. Αὐρήλιος Φίλιππος Ἑρμοῦ βουλευτὴς Ἑρμουπόλεως τῆς λαμπροτάτης Ἑρμουπόλεως Αὐρηλίῳ Φιλάμμωνι ἐπιμελητῇ γ ἰνδικτίωνος. ἔσχον παρὰ σοῦ ἐν Ἑρμουπόλει οἴνου ξέστας τετρακοσίους τεσσαράκοντα καὶ κρέως λίτρας ἑξήκοντα ὀκτὼ ἀχύρου λίτρας χιλίας διακοσίας γίνονται οἴνου ξέσται υμ κρέως λίτραι ξη ἀχύρου λίτραι Ασ, ἐφʼ ᾧτέ με λημματίσαι σοι αὐτὰ ἐν Σοήνῃ ὑπὲρ γ ἰνδικτίωνος. Παῦνι κβ Αὐρήλιος Φίλιππος ὁ προκείμενος διαδότης σεσημείωμαι. Αὐρήλιος Εὐδόξιος συμφωνεῖ μοι. ἔσχον τὸ ἴσον. Σιλβανὸς σεσημείωμαι.