Ancient Greek
1049.1 to 1049.15
Documentary Papyri, Bgu 4 1049.1-15
Not analysed yet
ἐπὶ ὑπάτων τῶν δεσποτῶν Κωνσταντίου τὸ γ καὶ Κώνσταντος τὸ β Αὐγούστων …ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Αὐρηλία Ἡσύχιον θυγάτηρ Ἀγάθου ἀπὸ βενεφικιαρίων γεουχοῦσα ἐν τα… μετὰ κυρίου ἐπιγραφομένου τοῦ συνόντος αὐτῇ ἀνδρὸς Αὐρηλίου Ἀθανασίου τοῦ …νίνου βουλευτοῦ τῆς λαμπροτάτης Ἀλεξανδρείας τοῖς Αὐρηλίοις Ἀσόει καὶ Φιλαδέλφῳ ἀμφοτέροις …λονίου καὶ Παύλῳ Νεμεσίῳ καὶ Ὂλ …ισίου τοῖς τέσσαρσιν ἀπὸ κώμης Φιλαδελφίας δευτέρου πάγου τοῦ Ἀρσινοίτου νομοῦ πεπρακέναι τὴν ὁμολογοῦσαν Ἡσύχιον …ε…ωσα… αὐτῇ τοῦ ἀνδρὸς Ἀθανασίου τοῖς αὐτοῖς Ἀσόει καὶ Φιλαδέλφῳ καὶ Παύλῳ καὶ Ὂλ καθὼς δεδήλωται …κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῇ καὶ ἐλθουσῶν εἰς αὐτὴν ὥς φησιν ἀπὸ ὀνόματος τῆς μάμμης Αὐ…ς ἀπογραφὲν ὑπὸ αὐτης ἐπὶ Σαβίνῳ τῷ κηνσιτορεύσαντι ἀκολούθως τῇ ἐπʼ Ἐνεύνου ἀπογραφῇ περὶ τὴν αὐτὴν καὶ προειρημένην κώμην Φιλαδελφίας ἐπὶ τῆς ἕκτης σφραγῖδος ἐνδογν…τομ…σω προκι… γῆς ἀμπελων…ραμε…σιω, ἐν ᾧ φοίνικες διεσκορπισμένοι καὶ ἐλάϊνα φυτὰ ἰδιωτικῆς γῆς σπορίμης ἀφούρας τρεῖςἑκκαιδέκατον τετρακαιεξηκοστόν ὧν γείτονες καθὼς ἡ ἐπʼ Ἐνεύνου ἀπογραφὴ περιέχει ἀπὸ μὲν ἀνατολῶν χέρσος ἀδέσποτος διʼ ὅλου, ἀπὸ δὲ δυσμῶν Κυριλοῦτος κτῆσις ἔτι γεμη…ησ…τος …να…λλον …ἀδεσπότων πρὸς παρα…νην ἀρουρῶν δύο ἢ ὅσον ἐὰν ὦσι ἐπὶ τοῖς οὖσι τῶν ὅλων ἐνγεγραμμένων ἀρουρῶν ὁρίοις καὶ ποτίστραις καὶ ἐκχύσεσι ἢ καὶ ταῖς καταφ… γειτνίαις καὶ γονωσίαις καὶ ταῖς ἄλλαις χρήσεσιν καὶ δικαίοις πᾶσιν κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Ἡσύχιον ἐπὶ παρόντος καὶ τοῦ ἀνδρὸς αὐτῆς Ἀθανασίου παρὰ τῶν Αὐρηλίων Ἀσώει καὶ Φιλαδέλφου καὶ Παύλου καὶ Ὂλ τὴν συνπεφωνημένην τῶν πεπραμένων αὐτοῖς ὡς προδεδήλωται γῆς ἰδιωτικῆς σπορίμης ἀρουρῶν τριῶνἑκκαιδεκάτουτετρακαιεξηκοστοῦ ἐν ᾗ φοίνικες καὶ ἐλάϊνα φυτὰ καὶ χέρσου ἀρουρῶν δύο ἢ ὥσων ἐὰν ὦσιν τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου Σεβαστῶν νομίσματος δηναρίων μυριάδας τριακοσίας, αἵ εἰσιν τάλαντα δισχίλια ,παραχρῆμα διὰ χειρὸς καὶ βεβαιώσειν αὐτήν τε τὴν ὁμόλογον Ἡσύχιον καὶ ταύτης ἄνδρα Ἀθανάσιον καὶ τοὺς παρʼ αὐτῶν τοῖς Αὐρηλίοις Ἀσώει καὶ Φιλαδέλφῳ καὶ Παύλῳ καὶ Ὂλ καὶ τοῖς παρʼ αὐτῶν τὰ κατὰ τὴν πρᾶσιν ταύτην τῶν αὐτῶν καὶ πεπραμένων αὐτοῖς ὡς προδεδηλωται ἀρουρῶν πάσῃ βεβαιώσει, ἃς καὶ παρέξονται ἀνεπάφους καὶ ἀνενεχυράστους καὶ ἀνεπιφαρείστους καὶ καθαρὰς ἀπὸ παντὸς ὀφειλήματος ἀπὸ μὲν δημοσίων τελῶν σιτικῶν τε καὶ κριθικῶν