Ancient Greek
BGU 4 1051
Documentary Papyri, Bgu 4 1051
Not analysed yet
Πρωτάρχῳ παρὰ Λυκαίνης τῆς Ἀσκληπιάδου μετὰ κυρίου τοῦ πατρὸς Ἀσκληπιάδου τοῦ Λύκου καὶ παρὰ Ἱέρακος τοῦ Ἀπολλωνίου καὶ τῆς τοῦτον ἐνγυωμένης εἰς ἔκτισιν μητρὸς αὐτοῦ Διδύμης τῆς Διονυσίου μετὰ κυρίου αὐτοῦ Ἱέρακος. συνχωροῦσι Λύκαινα καὶ Ἱέραξ συνεληλυθέναι ἀλλήλοις πρὸς βίου κοινωνίαν, ὁ δὲ Ἱέραξ εἰληφέναι παρὰ ταύτης διʼ ἐνγύου τῆς Διδύμης φερνὴν διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ἑκατὸν ὀγδοήκοντα τέσσαρας σὺν τιμῇ κλαλίου ἀσήμου δραχμῶν ὀκτώ · ἀπὸ τοῦ νῦν χορηγεῖν αὐτὸν τῇ Λυκαίνῃ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν ὡς γυναικὶ γαμετῇ κατὰ δύναμιν τῶν ὑπαρχόντων καὶ μὴ κακουχεῖν αὐτὴν μήδʼ ἐγβάλλειν μηδὲ ὑβρίζειν μηδὲ ἄλλην γυναῖκα ἐπεισάγειν ἢ ἐκτινειν αὐτόν τε καὶ τὴν Διδύμην παραχρῆμα τὴν προκειμένην φερνὴν σὺν ἡμιολίᾳ τῆς πράξεως γεινομένης τῇ Λυκαίνῃ ἔκ τε αὐτοῦ Ἱέρακος καὶ ἐκ τῆς ἐνγύου Διδύμης καὶ ἐξ ἑνὸς οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης, τὴν δε Λύκαιναν μήδʼ ἀφήμερον γείνεσθαι ἀπὸ τῆς οἰκίας ἄνευ τῆς Ἱέρακος γνώμης μηδὲ φθείρειν τὸν οἶκον μήδʼ ἄλλῳ ἀνδρὶ συνεῖναι ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμένην κριθεῖσαν στέρεσθαι τῆς φερνῆς χωρὶς τοῦ τὸν παραβαίνοντα ἐνέχεσθαι τῷ ὡρισμένῳ προστίμῳ, περὶ δὲ τ… …ἐν ἡμέραις χρηματιζούσαις ε ἀφʼ ἧς ἂν ἀλλήλοις προείπωσι …