Ancient Greek
BGU 4 1054
Documentary Papyri, Bgu 4 1054
Not analysed yet
Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου παρὰ Ἀπολλωνίου τοῦ Ἡρακλείδου καὶ παρὰ Ἀμμωνίου τοῦ Ἀνουβίωνος Πέρσου τῆς ἐπιγονῆς. συνχωρεῖ ὁ Ἀμμώνιος ἔχειν παρὰ τοῦ Ἀπολλωνίου δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ἑξήκοντα τέσσαρας ἄτοκον, ὃ καὶ ἀποδώσειν ἐν μησὶν τρισὶν ἀπὸ μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους Καίσαρος ἄνευ πάσης ὑπερθέσεως ἢ εἶναι αὐτὸν παραχρῆμα ἀγώγιμον καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι τὸ κεφάλαιον σὺν ἡμιολίᾳ, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους τῆς πράξεως γεινομένης τῷ Ἀπολλωνίῳ ἔκ τε αὐτοῦ Ἀμμωνίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃ πίστεων πασῶν σκέπης πάσης. τοῦτο δʼ ἐστὶν τὸ δάνειον ἐκτὸς ἑτέρων ὧν ὀφείλει ὁ αὐτὸς Ἀμμώνιος σὺν τῇ μητρὶ αὐτοῦ τῷ Ἀπολλωνίῳ καθʼ ἑτέραν συνχώρησιν δραχμῶν ἑκατόν .