Ancient Greek
BGU 4 1056
Documentary Papyri, Bgu 4 1056
Not analysed yet
Πρωτάρχωι παρὰ Πλάτωνος τοῦ Θεοδώρου καὶ παρὰ Πτολεμαίου τοῦ Ζήνωνος Πέρσου τῆς ἐπιγονῆς καὶ τῆς τούτου γυναικὸς Σελήνης τῆς Πτολεμαίου Περσίνης μετὰ κυρίου αὐτοῦ τοῦ ἀνδρὸς περὶ τῶν διεσταμένων συνχωροῦσιν Πτολεμαῖος καὶ Σελήνη ἔχειν παρὰ τοῦ Πλάτωνος δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ριβ τόκων διδράχμων τῶν ριβ δραχμῶν τοῦ μηνὸς ἑκάστου ὃ καὶ ἀποδώσειν ἐν μησὶν ἓξ ἀπὸ Παχὼν τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσαρος διδόντες τὸν μὲν τόκον κατὰ μῆνα εὐτάκτως τὸ δὲ κεφάλαιον ἐν τῷ ἐσχάτῳ μηνὶ ἄνευ πάσης ὑπερθέσεως ἢ εἶναι αὐτοὺς παραχρῆμα ἀγωγίμους καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι τὸ μὲν δάνειον σὺν ἡμιολίᾳ, τοὺς δὲ τόκους ἁπλοῦς καὶ τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς ἴσους τῆς πράξεως γινομένης τῷ Πλάτωνι ἔκ τε τῶν ὑποχρέων ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσιν πίστεων πασῶν σκέπης πάσης. ἀξιοῦμεν ἔτους ιζ Καίσαρος Φαρμοῦθι κβ