Ancient Greek
BGU 4 1061
Documentary Papyri, Bgu 4 1061
Not analysed yet
…ελ ἔτους ιϛ Τῦβι λ Νεάρχωι ὑποστρατήγωι παρὰ Πνεφορῶτος τοῦ Ἡρακλείου τῶν ἐκ Σιναρὺ τοῦ πέραν. προσαγγέλλω σοί, ὃν τρόπον ἐν τῶι διεληλυθότι ἔτει ἐπιβαλόντες Πατῆλλις τῶν ἐκ τῆς Σιναρὺ υἱὸς Μεσθασῦτος σὺν ἑτέροις καὶ προσλαβὼν ὄργανον ἄλλους ἄνδρας ιε τῶν ἐκ τῆς αὐτῆς τῶι ἐν τῶι ἐν Βουσίρει ἱερῶι Ἑλλανίκου παστοφορίωι τὴν ἀποτεταγμένην πρὸς τῆι τηρήσει θυρωρὸν Μαλήφιος γυναῖκα παραχρῆμα ἐφόνευσαν. ἔτι δὲ καὶ τὸν τούτου νεώτερον ἀδελφὸν Ἀμβῆσιν σὺν Πνεφορῶτι Πετεσούχου φερομένωι ἐν τῆι κατοικίαι ἐπιθέμενοι ληστρικῶι τρόπωι ἐπί τινα ἔμπορον τῶν ἐκ τοῦ Ὀξυρυγχίτου ἐξέδυσαν καὶ περιείλοντο αὐτοῦ πόκους ἐρίων ρν καὶ ἀργυρίου δραχμὰς Αφ, περὶ ὧν καὶ ἐν αὐτῆι τῆι Σιναρὺ παρεδόθησαν καὶ πρὸς τὸ μὴ ἐκθριαμβισθῆναι τὸ πρᾶγμα ἀπελύθησαν. ἔτι δὲ καὶ πλοίου τινὸς κατάγοντος …ἐν τῶι ἰδίωι αὐτοῦ κλήρωι …σκεύη καὶ ἕτερα πλείονα …τὴν ἰδίαν αὐτῶν …πλειόσιν ἐνεχομένους ἀδικήμασι καὶ αἰτίαις, ἀξιῶ …αὐτῶν τοῖς πράγμασι …αν ποιούμενος …ατοενπ… …ἐπὶ τῶν …ασι τῆς …επαγ …