Ancient Greek
1062.r.25 to 1062.v.2
Documentary Papyri, Bgu 4 1062.r.25-1062.v.2
Not analysed yet
περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γείνεσθαι ἐπερωτηθέντες ὑπʼ ἀλλήλων ἑαυτοῖς ὡμολόγησαν. ἔτους γ Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Γαΐου Ἰουλίου Οὐήρου τοῦ ἱερωτάτου Καίσαρος Σεβαστοῦ υἱοῦ τοῦ Σεβαστοῦ Θῶθ α …Ἀμόις Ἀμόιτος διʼ ἐμοῦ Αὐρηλίου Διοσκόρου Ἀπίωνος ἀγορανομήσαντος βουλευτοῦ συνηλλάγην σὺν τοῖς ἄλλοις τὴν προκειμένην ἐπιτήρησιν ἐπὶ πᾶσι τοῖς προκιμένοις καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σύρος ὁ καὶ Ἀγαθὸς Δαίμων ἔγραψα καὶ συνηλλάγην τὴν προκειμένην ἐπιτήρησιν ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Γάιος Ἰούλιος Ἀλέξανδρος συνηλλάγην τὴν ἐπιτήρησιν ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …τὸν Ἀμόιν Ἀμόιτος ὑπέβαλεν Διόσκορος ὁ ἀγορανόμος ὁ καὶ ἀντʼ αὐτοῦ ὑπογράψας, ὁ γὰρ Σύρος ὁ καὶ Ἀγαθὸς Δαίμων ἐστὶν Πτολεμαίου Κερκεθυρείτου υἱὸς ὡς κοινωνὸς τοῦ Γαίου. ἔστιν δὲ ὁ Ἀλέξανδρος ἀδελφὸς Ἡρακλᾶ Γαϊτάνα. τετρασσὸν ἐγράφη, ὧν ἔσχεν ὁ ἀμφοδογραμματεὺς α καὶ Διόσκορος α καὶ Αὐρήλιος α συνάλλαγμα Δίου υἱοῦ ἐπιτηρήσεως τέλους πελωχικοῦ γ ἔτους ἐπὶ τοῦ τῆς πόλεως ἀμφοδογραμματέως.