Ancient Greek
BGU 4 1078
Documentary Papyri, Bgu 4 1078
Not analysed yet
Σαραπίων Σαραπιάδι τῇ ἀδελφῇ πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. γίνωσκέ με πεπρακότα πρὸς τὸν καιρόν· οὐ καλῶς δὲ ἐποίησας ἐκπορευομένων πολλῶν φίλων μὴ σημᾶναί μοι μηδὲ ἓν εἰδυίας σου, ὅτι ἀγωνιῶ περὶ ὑμῶν· λοιπὸν οὖν, ἐὰν λάβω τὰ κερμάτια ὄψομαι, τί με δεῖ ποιεῖν· οὐ γὰρ ἀργὸν δεῖ με καθῆσθαι· ἤθελον δὲ εἰ περὶ τῶν ἔργων σεσημανκεις μοι ἢ εὔωνα γέγονε ἢ οὔ. γίνωσκε δὲ Ἡγεμόνα εἰσεληλυθότα τῇ τρίτῃ καὶ εἰκάδι· τὰ δʼ ἄλλα ἐπιμέλεσθε αὑτῶν, ἵνʼ ὑγιαίνητε. ἀσπάζου τὰ παιδία καὶ πάντας τοὺς ἐν οἴκῳ καὶ Πανεχώτην. ἔρρωσο. ἔτους γ Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ μηνὸς Σωτῆρος κγ. ἀπόδος παρὰ Σαραπίωνος ἐμπόρου Σαραπίωνι υἱῷ νεωτέρῳ εἰς οἶκον