Ancient Greek
BGU 4 1088
Documentary Papyri, Bgu 4 1088
Not analysed yet
τετελώνηται διὰ πύλης Σοκνοπαίου Νήσου ἐρημοφυλακίας Πανοῦφις Πανοῦφις εἰσάγων κάμηλον θήλειαν λευκὴν δευτεροβόλον κεχαραγμένην Ἀραβικοῖς χαράγμασιν. ἔτους ε Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαρμοῦθι ἑκκαιδεκάτῃ ιϛ τετελώνηται διὰ πύλης Σοκονπαίου Νήσου ἐρημοφυλακίας Πανοῦφις Πανοῦφις εἰσάγων κάμηλον θήλειαν πυρρὰν κεχαραγμένην μηρῷ δεξιῷ Ἀραβικοῖς χαράγμασιν. ἔτους ε Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ τρίτῃ γ