Ancient Greek
BGU 4 1091
Documentary Papyri, Bgu 4 1091
Not analysed yet
Ὡρείνωι τῷ καὶ Ἀπίωνι βασιλικῷ γραμματεῖ διαδεχομένῳ τὴν στρατηγίαν Ὀξυρυγχίτου παρὰ Εὐδαίμονος Εὐδαίμονος τοῦ Εὐδαίμονος μητρὸς Ἑστίας ἀπʼ Ὀξυρύγχων πόλεως διὰ Ἡρωδιανοῦ ἀπὸ τῆς αὐτῆς πόλεως φίλου. ἐπιδέχομαι μισθώσασθαι ἐπὶ ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος πρώτου καὶ εἰκοστοῦ ἔτους ἀπὸ ἀπράτων τῆς τοῦ ἰδίου λόγου ἐπιτροπῆς πρότερον Διογένους τοῦ καὶ Σωτῆρος περὶ κώμην Σκὼ τῆς ἄνω τοπαρχίας ἐκ τοῦ Βιηρτοῦ ιϛ φορικοῦ κλήρου ἀνὰ μίαν ἥμισυ ἀρούρας δύο ἥμισυ ,φόρου χωρὶς δημοσίων τοῦ διʼ ἐπισκέψεως ὁρισμοῦ φαινομένου. ἔτους κα Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ …Εὐδαίμων Εὐδαίμονος διʼ ἐμοῦ