Ancient Greek
BGU 4 1118
Documentary Papyri, Bgu 4 1118
Not analysed yet
τῶι ἐπὶ τοῦ κριτηρίου παρὰ Αἰσώπου τοῦ Ἔρωτος Καίσαρος καὶ παρὰ …Ἀρσινόης τῆς Εὐδαίμονος μετὰ κυρίου τοῦ ἀνδρὸς Τρύφωνος …μεμισθωκέναι Τρύφωνι …λει Ἔρως τέναγος …ἐπὶ τῆς κατὰ Κανωβὸν ταινίας …ρ…ρνυν κῆπον …ἀπὸ Θῶυθ ἕως Μεσορὴ φόρου τοῦ ἑσταμένου τῶν …κοσίων εἴκοσι, ἃς καὶ διορθούμενοι ἀνυπολόγους παντὸς …ἰσομερέσι τρισὶν διὰ τετραμήνου ἐπὶ τοῖς υπ… τῶι Αἰσώπῳ ἢ τοῖς παρὰ τοῦ Ἔρωτος, ἐὰν δὲ αἱρῆται …ἀπὸ φόρων τοῦ τε ϛ καὶ ζ ἔτους Καίσαρος ἀργυρίου …τῶν ὄντων ἐν τῶι κήπωι τὰ κράτιστα καὶ βέλτιστα καὶ οὔσης …κράμβης καυλοὺς ω κεφαλώνων λαμπάδας …θρίδακας κηπουριακὰς ρν μηκωνίδας ρν ε… ταγματικὰς ρμ σταφυλῆς βοτρύας ὀγδοήκοντα πα… ὀγδοήκοντα κοχλιδίων χοίνικας η σικύους κα… θρυαλίδας μ πράσου γλυκέως ταγὰς λ ουκ…ορκα… σεύτλου πυθμένας ἑκατὸν τεσσαράκοντα οκτώ …εὐτακτοῦντας ἀποφέρεσθαι τὰ ἐκ τῆς μισθώσεως περιγινόμενα …κοπῇ, τὰ δὲ ἐκ τῆς μισθώσεως φορτία πάντα …χλωρᾶς τελώνιον καὶ τάξονται τὰ παρʼ αὐτῶν …κατὰ τὰ προστάγματα καὶ διαγράμματα καὶ τοὺς ἐξ ἀρχῆς ἐθισμοὺς …περὶ τούτων αἰτίαις καὶ ζημίαις, εἴληφαν δὲ Τρύφων …ἄτοκον διὰ τῆς Κάστορος κολλυβιστικῆς τραπέζης …Διονυσίου τραπέζης ἀργυρίου δραχμὰς Βφ, ἅσπερ τυγχάνουσιν …ἐσχηκότες παρὰ Ἔρωτος τοῦ Καίσαρος διά τε τῶν αὐτῶν τραπεζῶν …ἐπιτελεῖν οὗ μεμίσθωνται κήπου τὰ καθήκοντα …μηδὲ παραλείποντας ἔργον μηδὲν τῶν εἰς εὐεργίαν …κατὰ καιρὸν λαχανείᾳ καὶ παρεχόμενοι σύνφυτον καὶ …κατὰ τρόπον ἐν τοῖς δέουσι καιροῖς καὶ τῶν δὲ ὄντων δένδρων …εἰς τὸ ζωφυτεῖν καὶ εὐθηνεῖν μηδὲν ἐκκόπτοντες λ… ἐκ τοῦ ἰδίου τὰ αὐτὰ γένηι αὐτενίαυτα οὐδενὶ χείρονα …ποτισμοὺς μὴ ἐξόντος αὐτοῖς ἐγλιπεῖν τὴν μίσθωσιν …παραδοῦναι αὐτοὺς τὸν κῆπον σύνφυτον καὶ ζωφυτοῦντα …βεβλαμμένον καὶ ἐν αὐτῶι συντίμησιν λαχανείας …καὶ τῶν ἄλλων τῶν εἰθισμένων συντιμᾶσθαι πλὴν π… ἐὰν δὲ πλείω παραδῶσι, προσαποδώσει αὐτοῖς ὁ Αἴσωπος …τὸ λοιπὸν παραχρῆμα, ἐὰν δὲ ἐλάττονος γίνηται …συντίμησιν προσαποδώσουσιν καὶ αὐτοὶ τῶι Αἰσώπωι …τοντας δὲ τοὺς μεμισθωμένους ἐκ τοῦ κήπου …ἢ πείθεσθαι περὶ τῆς τούτων ἀξίας ὑπὸ τοῦ Αἰσώπου …ἐὰν δέ τι παραβαίνωσιν οἱ μεμισθωμένοι, εἶναι αὐτοὺς …πάντα ἐπιτελέσαι καὶ ἐκτεῖσαι τῶι Αἰσώπωι τάς τε προκειμένας …δραχμὰς Βυνα καὶ τὰς τῆς προχρήσεως ἀργυρίου δραχμὰς Βφ καὶ τόκους διδράχμους καὶ οὓς ἐὰν ἐνοφειλήσωσι πρὸς τὸ ἐνεστὸς η ἔτος φόρους, ὡσαύτως δὲ καὶ …ἐξαιρέτων τὴν πρὸς τὸν γνώμονα τιμὴν καὶ τὰ βλάβη …ἐξεῖναι τῶι Αἰσώπωι παρασυνγραφοῦντας αὐτοὺς μεθισταμένωι …καὶ ὁμοίως ἀναπράσσειν τὸ ἐσόμενον ἀφεύρεμα κ… τῆς πράξεως γεινομένης ἐκ τῶν δύο ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν …καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης καὶ μὴ …δʼ αὐτῶν ἐπιτελούντων καὶ τὸν Αἴσωπον βεβαιοῦν αὐτοῖς …ἀφαιρεῖσθαι ἐντὸς τούτου, παρέχεσθαι δʼ αὐτοῖς ἐπὶ το… ἢ καὶ αὐτὸς τῷ ἴσῳ ἐπιτίμῳ ἔνοχος ἔστω. ἀξιοῦμεν. ἔτους η Καίσαρος Φαμενὼθ ιη.