Ancient Greek
1121dupl.34 to 1121dupl.46
Documentary Papyri, Bgu 4 1121dupl.34-46
Not analysed yet
τὴν ἐπὶ τοῦ καιροῦ τιμὴν καὶ ἄλλας ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ ἐξεῖναι τῆι Διονυσίᾳ παρασυγγραφοῦντας αὐτοὺς ἐκβάλλειν ἐντὸς τοῦ χρόνου καὶ ἑτέροις μεταμισθοῦν καὶ πράσσειν τὸ ἐσόμενον ἀφεύρεμα παρὰ τὴν ἀναμίσθωσιν τῆς πράξεως γινομένης τῆι Διονυσίᾳ ἐκ τῶν μεμισθωμένων καὶ ἐξ ἑνὸς καὶ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν ὧν ἐὰν ἐπενέγκωσι πίστεων πασῶν καὶ σκέπης πάσης, ἐπιτελούντων δʼ αὐτῶν κατὰ τὰ προγεγραμμένα καὶ τὴν Διονυσίαν παρέξεσθαι αὐτοῖς τὴν μίσθωσιν ἀπερίλυτον ἐπὶ τὸν χρόνον καὶ ἐάσειν αὐτοὺς τὰ ἐξ αὐτῆς ἀποφέρεσθαι εἰς τὸ ἴδιον μηδʼ ἐγβάλλειν αὐτοὺς ἐντὸς τοῦ χρόνου μηδὲ πλεῖον μηδὲν πρᾶξαι ἢ καὶ αὐτὴν ἐκτίνειν τά τε βλάβη καὶ δαπανήματα καὶ τὸ ἴσον ἐπίτιμον καθάπερ ἐκ δίκης χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα, τὰ δὲ ἑκατὸν φορτία παραδώσουσιν οἱ μεμισθωμένοι ἐπὶ τοῦ Ανολμεθιου ὅρμου. ἀξιοῦμεν.