Ancient Greek
BGU 4 1124
Documentary Papyri, Bgu 4 1124
Not analysed yet
Ἀχαιῶι παρὰ Ἡρακλείδου τοῦ Παμμένου καὶ Ταυρίνου τοῦ Δωρίωνος καὶ παρὰ Νίλου τοῦ Νίλου. περὶ τῶν διεσταμένων συνχωρεῖ ὁ Νῖλος αὐτόθεν ἄκυρον εἶναι ἣν ἀνενηνόχασιν αὐτῶι ὅ τε Ἡρακλείδης καὶ Ταυρῖνος συνχώρησιν διὰ τοῦ αὐτοῦ κριτηρίου τῷ Παχὼν τοῦ ἐνεστῶτος ιβ ἔτους Καίσαρος περὶ τοῦ ἐγδιδάσκειν …τὸν Νῖλον τὸν τοῦ Ἡρακλείδου υἱὸν Ἑρμαίσκον μηδέπω ὄντα τῶν ἐτῶν τὴν ἡλοκοπικὴν τέχνην, ὁ δὲ Νῖλος …ἀπεσχηκέναι παρά τε τοῦ Ἡρακλείδου καὶ Ταυρίνου διὰ χειρὸς ἐξ οἴκου ἃς ἐπεχρηστην αὐτοῖς κατὰ τὴν αὐτὴν συνχώρησιν ἀργυρίου δραχμὰς ρ ἔτι ἐν …τὸν τόκον, καὶ μηδεμίαν τῷ Νίλῳ μηδʼ ἄλλωι ὑπὲρ αὐτοῦ καταλείπεσθαι ἔφοδον ἐπὶ τὸν Ἡρακλείδην καὶ Ταυρῖνον περὶ τούτων, ἐξεῖναι δὲ τῷ Ἡρακλείδηι καὶ ἐγδίδοσθαι τὸν ἑαυτοῦ υἱὸν Ἑρμαίσκον ἐπὶ τῷ μανθάνειν τὴν ἡλοκοπικὴν τέχνην ἑτέρωι, καὶ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα επ…τια…ειτου…ασι καὶ τῷ ὡρισμένωι προστίμωι ἀπαραποδίστῳ ὄντι, ἣν δὲ ἀνενήνοχεν ὁ εἷς αὐτῶν Ταυρῖνος εἰς τὸν προγεγραμμένον Νῖλον διὰ τοῦ καταλογείου συνχώρησιν τῷ Ἐπὶφ τοῦ αὐτοῦ ιβ ἔτους Καίσαρος περὶ ἐπιχρητίου δανείου ἀργυρίου δραχμὰς ψ καὶ τόκων μενεῖν κυρίαν τῷ Νίλῳ κατὰ μηδὲν ἐλαττουμένωι. ἀξιοῦμεν. ἔτους ιβ Καίσαρος …