Ancient Greek
BGU 4 1128
Documentary Papyri, Bgu 4 1128
Not analysed yet
κόλλημα Πρωτάρχωι παρὰ Ἀπίωνος τοῦ καὶ Ἑστιαίου τοῦ Ἑστιαίου Ζηνείου καὶ παρὰ τοῦ πατρὸς Ἑστιαίου τοῦ Νικίου Ζηνείου. περὶ τῶν διεσταμένων συνχωροῦσιν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε ὁ μὲν πατὴρ Ἑστιαῖος ἐπάναγκες ἕως Ἁθὺρ λ τοῦ εἰσιόντος ιζ ἔτους Καίσαρος ἀγοράσας δοῦλον …ιδίου ἕως ἀργυρίου δραχμῶν Α ποιήσεσθαι εἰς τὸν υἱὸν Ἀπίωνα τὴν τούτου παραχώρησιν, ἐὰν δὲ ἕως τοῦ προκειμένου χρόνου ὁ πατὴρ Ἑστιαῖος μὴ ποιῆται τὸν τοῦ δούλου ἀγορασμὸν καὶ τὴν εἰς τὸν Ἀπίωναα παραχώρησιν, ἐπάναγκες τὸν αὐτὸν Ἑστιαῖον μετὰ τὴν λ τοῦ Ἁθὺρ …πέντε καταγράψειν τῶι υἱῶι Ἀπίωνι διὰ τῶν ἀγορανόμων ὡς καθήκει τὴν ὑπάρχουσαν αὐτῶι δούλην Ἀμ… καὶ ἀναδώσειν ἔτι τὴν καταγραφὴν τῶν κατὰ ταύτην ὠνῶν, ἐφ ὧι εἰς τὸ ἐνλειψόμενον πρὸς τὰς τοῦ ἀργυρίου δραχμὰς Α τῆς τῆς …λ ἀξίας καὶ εἰς τοὺς τόκους τὸν Ἑστιαῖον ἀποδοῦναι τῶι υἱῶι …