Ancient Greek
1131.1.1 to 1131.2ctr.42
Documentary Papyri, Bgu 4 1131.1.1-1131.2ctr.42
Not analysed yet
Πρωτάρχῳ παρὰ Ἀπολλωνίου τοῦ …καὶ παρὰ Ἰσιδώρου τοῦ Ἀθηνοφόρου καὶ τῆς τούτου γυναικὸς τοῦ δὲ Ἀπολλωνίου ἀδελφῆς Ἑρμιόνης τῆς …μετὰ κυρίου …ἐπεὶ οἱ …τῆς πεν… καὶ τῆς …Ἀρσινόη… ἀπεσχηκ …γραψε… καὶ τῆς …Ἰσίδωρος …λεγομεν …Ἰσίδωρον …καὶ …την… μητέρα Ἀρσινόην πρὸ τῆς εἰς ἑαυτὴν καταγραφῆς μετηλλαχέναι συνχωροῦμεν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε, ὥστε ἐπάναγκες τὸν Ἰσίδωρον ἕως …Φαμενὼθ τοῦ ἐνεστῶτος ιζ ἔτους Καίσαρος καταγράψειν τῶι Ἀπολλωνίῳ ἐν συντάγματι διὰ τοῦ πολιτικοῦ ἀρχείου τοῦ δηλουμένου οἰκιδίου καὶ τῆς προσούσης ἐπαύλεως τὸ ἐν τῷ αὐτῷ πολ μέρος ἥμισυ διὰ τὸ τὸ λοιπὸν τούτου μέρος ἥμισυ εἶναι τῆς προκειμένης …Ἑρμιόνης τῶν τελῶν καὶ δαπανημάτων τῆς εἰς τὸν Ἀπολλώνιον καταγραφῆς ὄντων πρὸς τὸν Ἀπολλώνιον, ὃν καὶ ἀπὸ τοῦ νῦν κρατεῖν καὶ κυριεύειν τοῦ ἡμίσους μέρους τοῦ οἰκιδίου καὶ τῆς προσούσης ἐπαύλεως καὶ ὅτι ἐὰν θέλῃ ἐπιτελεῖν καὶ ἐξεῖναι αὐτῷ στραγευομένου τοῦ Ἰσιδώρου ἐν τοῖς κατὰ τὴν καταγραφὴν μετενεγκόντι χρηματισμὸν ἀπὸ τῆσδε τῆς συγγραφῆς σὺν τῇ ἑαυτοῦ εἰκόνι εἰς τὸ πολιτικὸν ἀρχεῖον …εἰς ἑαυτοῦ ἢ ὧν ἐὰν βούληται ὀνόματα καταγραφὴν τοῦ ἡμίσους μέρους τῶν προκειμένων τῶν πρὸς αὐτοῖς ὄντων κω…σιων ἀντιλειπόντων καὶ παρὰ ταῦτα μηδὲν ἐναντίον ἐπιτελεῖν τὸν Ἰσίδωρον μηδʼ ἕτερον βεβαιοῦν δὲ καὶ πάντα τὸν ἐπελευσόμενον ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασιν, ἐὰν δέ τι τούτων παραβαίνῃ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἔτι καὶ ἐκτίνειν αὐτὸν ὃ εἴληφεν παρὰ τῆς Ἀρσινόης κεφάλαιον σὺν τόκοις καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἐπίτιμον ἀργυρίου δραχμὰς Α καὶ τὸ ὡρισμένον πρόστιμον καθάπερ ἐκ δίκης, μενεῖ δὲ κύριον καὶ βέβαιον καθότι καὶ ἔστιν ὃ ποιεῖται ὁ Ἀπολλώνιος τῶι Ἰσιδώρωι ἐν τῇ ἐνεστώσῃ ὥρᾳ χειρόγραφον ἐπὶ τοῖς διʼ αὐτοῦ ση… ἔτους ιζ Καίσαρος Φαρμοῦθι ιϛ ἰδιω Ἀπολλώνιος …ου Ἰσιδώρωι Ἀθηνοφόρου χαίρειν. ἐπεὶ ἡ ἐμὴ καὶ ἔτι τῆς ἀδελφῆς μου σοῦ δὲ γυναικὸς Ἑρμιόνης μήτηρ Ἀρσινόη μετήλλαχε καὶ …χι… οὐδέπω τετάφθαι, ὁμολογῶ τῆς ἐσομένης εἰς τὴν ταφὴν τῆς Ἀρσινόης δαπάνης μεριζομένης εἰς μέρη ἴσα δύο δώσειν τὸ ἥμισυ μέρος παραχρῆμα τὰ …οντα τῆς ταφῆς …καὶ …τῆς Ἑρμιόνη ου…και ους… τὸ ἕτερον μέρος …θαι Ἀρσινόη…ολ οἰκίδιον καὶ τὴν προσοῦσαν ἔπαυλιν …πρ…τουσαν και ου… ἐαν ἑτερ…περ ε…κ… τοῦ καταγραφ… ἀρχείου τὸ ἥμισυ …καὶ εἶναι τὸ λοιπὸν ἥμισυ τῆς Ἀρσινόης