Ancient Greek
1141.1 to 1141.36
Documentary Papyri, Bgu 4 1141.1-36
Not analysed yet
Ερωσητι πλεῖστα χαίρειν. ἔλαβον παρὰ Φιλοξένου τὴν σὴν ἐπιστολὴν μόνην η… διεστάμεθα ἀφʼ ὡς ἀπα…ων. διὸ καὶ μετὰ πολλῆς χαρᾶς κατέσχον αὐτοὺς …δὲ τούτους καὶ τὰ δέοντα …ου ποιεῖν κατανθρωπίζεται. ἔπεμψας οὖν τόν τε Φιλόξενον καὶ Ἵλαρον, ἵνα ἐπιγνῶσιν πρὸς ἃ ἔγραψά σοι εἰ ἔστιν ἢ οὐ. κεκετρ…κέναι δοκεῖς, ὅτι μωραντι σοὶ γράψαι ἀναγκάζομαι μηκέτι σοὶ μηθὲν γράψαι, ἵνα νοήσῃς, ὅτι δὲ ἐν τῇ πρώτῃ μου ἐπιστολῇ οὐθὲν ἁμάρτημα ἔνει, οὐδὲ γὰρ ἔργον ἐπιτελῶ ἐνφανιστοῦ, οὐδὲ σὲ γὰρ δοκῶ εἰς ἐνφανιστοῦ τόπον με ἔχειν. ἐρωτῶ σε οὖν καὶ παρακαλῶ καὶ τὴν Καίσαρος τύχην σε ἐξορκίζω καὶ οὕτως σὲ ιδ…ιν ἐλεύθερον ὡς ἐπὶ θυμῶι παρενέγκας τὴν ἐπιστολήν. ἐρώτα οὓς ἀπέσταλκας καθʼ ἕκαστον εἶδος καὶ δέδωκα ἀποδείξεις ἀληθινάς. γελοῖος εἶ δὲ γράφων, ὅτι ἐάν σοι Ἔρως τὸ ἱκανὸν ποιήσῃ γράψον μοι καὶ γράψας αὐτῶι ὑβρίσαι με πρὸς γέλωτά μοι τοῦτο ἔγραψας. ἐγὼ μὲν οὐ δοκῶ ἄξιος εἶναι ὑβρίζεσθαι οὐδὲ γὰρ ἡμάρτηκά τι εἰς σέ, οὐδὲ τοῖς σοῖς φίλοις φανήσεται ὑβρίζεσθαί με τὸ ἱκανόν σοι ποιοῦντα. . πέποιθα γὰρ ἐμαυτῶι, ἀφʼ ὡς σοὶ ἐφιλίασα, οὐ κατέλιψα τόπον. ἓν δέ μοι ἐνκαλέσεις, εἰ σὺ μέν μοι καὶ τιμὴν περιτιθεῖς καὶ θέλεις με εἶναι ἀνθρωπ… καὶ συνέστησας καὶ συνδούλοις καὶ συνεξελευθέροις, ὅπερ ἐμοὶ χρήματά ἐστιν παρὰ σοὶ καὶ οὗ ὑβρίζω τοῖς γεγονόσι πλουσίοις παρὰ τὸν σύνδουλόν σου καὶ συνεξελεύθερον. οὐδὲ γὰρ ἐφιλίασά σοι εἰς τὸ ἀφαρπάσαι τι, ἀλλὰ ἡ σὴ ψυχὴ ἐπίσταται, ὅτι ὡς δοῦλος ἐπʼ ἐλευθερίᾳ θέλει ἀρέσαι οὕτω καὶ ἐγὼ τὴν φιλίαν σου θέλων ἄμεμπτον ἐμαυτὸν ἐτήρησα οἵαν γὰρ ὕβριν μοι πεποίηκεν ἐν τῷ κήπῳ καὶ ἐν τῇ οἰκίᾳ Τερεντίου παρόντος καὶ Πριάμου καὶ Φιλοξένου καὶ Ἱλάρου εἰ ἦν δάκρυα σοὶ γράφειν ἐγεγραφήκειν ἂν ἀπὸ τῶν δακρύων καὶ ἀπεκάρπ…ν τὸν ἡμῶν ἐκ τοῦ κήπου δρόμον. περὶ τούτων διασαφήσουσιν οὓς ἀπέσταλκες, ἐάνπερ μὴ θελήσωσιν προσχαρίσασθαι συνδούλωι περὶ δὲ Ξύστου μοι γράφεις, ὅτι ἔξω καχεκτεύεται, εἴ τι μὲν ὁ σύνδουλος αὐτὸν δυνήσεται συστῆσαι ἐγὼ οὐκ ἐπίσταμαι, οὐδὲ γὰρ καθεύδω ἔσω ἵνα εἰδῶ. ἡμέρας δὲ ἐν αἷς ἀναβαίνω, εὑρίσκω αὐτὸν καθήμενον καὶ πεινιζόμενον κρόκην, καθʼ ἡμέραν δὲ τὸν θυρωρὸν ἐξερωτῶ μή τις ἔξω ὕπνωκε, καὶ ὁ τῆς οἰκίας οὐδεπώποτέ μοι εση…νον οὐδὲ ἔξω δεδειπνηκέναι. Ξύστον δὲ ἐπιγνοὺς δεδειπνηκέναι ἔσω