Ancient Greek
BGU 4 1167 l. 37-65
Documentary Papyri, Bgu 4 1167iii
Not analysed yet
Πρωτάρχωι παρὰ Ἡρώδου τοῦ Ζηλα…είδου Ἀλεξανδρέως καὶ παρὰ Δράκοντος τοῦ Πάειτος Πέρσου τῆς ἐπιγονῆς. συγχωρεῖ ὁ Δράκων ἔχειν παρὰ τοῦ Ἡρώδου …ο διὰ χειρὸς ἐξ οἴκου α γ ϛ ου δραχμῶν ἑκατὸν εἴκοσι ἄτοκον, ὃ καὶ ἀποδώσειν ἐν μησὶν ἑπτὰ ἀπὸ Φαμενὼθ τοῦ ἐνεστῶτος ιη ἔτους Καίσαρος, ἐφʼ ᾧ ἀπὸ τοῦ αὐτοῦ μηνὸς Φαμενὼθ ἐν μησὶ δυσὶν ἐπάναγκες ὁ Δράκων ἀναδώσει τῷ Ἡρώδῃ πρὸς ἀσφάλειαν τοῦ δανείου ἀσφάλειαν εἰς τὸν πατέρα αὐτοῦ Πάειν, ὅσπερ μετήλλαχεν, κατὰ τῶν εἰς αὐτὸν ἐληλυθυιῶν γῆς σιτοφόρου περὶ κώμην Μαχὸρ τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολίτου ἀρουρῶν γ ἐκ τοῦ Ἱεροξένου κλήρου κατὰ μηδὲν ἁπλῶς …ὑπερτιθέμενος, ταῦτα δὲ ποιήσειν ἀνυπερθέτως. ἐὰν δὲ τῶν δύο μηνῶν διελθόντων μὴ ἀναδῷ ὁ Δράκων τῷ Ἡρώδῃ τὴν ἀσφάλειαν, εἶναι αὐτὸν παραχρῆμα ἀγώγιμον καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι τὸ δάνειον μὴ ἀναμείνας τὸν μεμερισμένον αὐτῷ χρόνον δια… ἐπιδεδανεῖσθαι, τοῦ δʼ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμου, τῆς πράξεως γεινομένης τῷ Ἡρώδῃ ἔκ τε αὐτοῦ Δράκοντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης, ἔτι δὲ καὶ ἐκ τῶν ἀρουρῶν τριῶν, καθʼ ὧν καὶ μὴ ἐξεῖναι τῷ Δράκοντι μηδὲ ἐπιτελεῖν μήτε καταχρηματίζειν ἢ ἐξαλλοτριοῦσθαι μέχρι τοῦ κομίζεσθαι τὸν Ἡρώδην τὰ ἴδια, ᾧ καὶ ἐξέστω μ… καὶ πράσσειν καὶ ἐμβαδεύειν εἰς τὰς τρεῖς ἀρούρας καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν βούληται …Ἡρώδης Ζηλα…δου Δράκων Πάειτος δάνειον δραχμῶν ρκ ἄτοκον μηνῶν ζ ἀπὸ Φαμενὼθ καὶ ἀπέχειν ἀσφάλεια αὐτῷ κατὰ τῶν ὑπαρχουσῶν αὐτῷ ἀ…η ἀρουρῶν γ περὶ κώμην Μαχὸρ ἐκ τοῦ Ἱεροξένου κλήρου.