Ancient Greek
BGU 4 1188
Documentary Papyri, Bgu 4 1188
Not analysed yet
Ἡρακλείδηι στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ Κάστορος γυμνασιάρχου Κόμα καὶ τῶν ἄλλων τῶν ἐν τῆι κώμηι κατοίκων καὶ τῶν ἄλλων γεωργῶν καὶ τῶν βασιλικῶν γεωργῶν τῶν ἐν τῆι κώμηι κατοικούντων. ἔτι ἀπὸ τοῦ ιϛ ἔτους Καίσαρος τοῦ κατὰ τὴν κώμην ἀγομένου δημοσίου διαζώματος το…, διὰ δὲ τοὺς ἐκ τούτου γεινομένους διακόπους ὑπάρχει ἡμῖν ἐν τῆι κώμηι πορθμεῖον, διʼ οὗ καὶ τὰ θερινὰ ἔργα καὶ τὴν ἄλλην κατασπορὰν πᾶσαν ἐν τούτωι διαπορθμευόμενοι ποιούμεθα. τελοῦντος δὲ τοῦ πορθμέως Πατουώντιος εἰς τὸ δημόσιον ὑπὲρ τούτου ἀργυρίου δραχμὰς τριακοσίας καθαρὰς τιρ… τῶν λόγων χρησάμενος Ἀπολλὼς …ταγενου παραγενόμενος εἰς τὴν κώμην σὺν στρατιώτῃ τὴν οἰκίαν αὐτοῦ ἐνῴκησεν καὶ ἃ εὗρεν ἱμάτια ἐκεῖ καινὰ δύο ἦρεν καὶ ἀπῆγεν κατὰ μηδὲν αὐτοῦ ὀφείλοντος, αὐτός τε καταπονούμενος ὑπὸ τῶν τελωνῶν ἀναφορὰν ἡμῖν ἀνήνεγκεν …