Ancient Greek
BGU 4 1198
Documentary Papyri, Bgu 4 1198
Not analysed yet
Γαίωι Τυρρανίωι παρὰ Σωτηρίχου τοῦ Νούχιος ἱερέως προκεχειρισμένου δὲ καὶ ὑπὸ τῶν συνιερέων Ἁρυώτου καὶ Ἁρσιήσιος καὶ Σωτηρίχου ἱερέων Ἴσιδος καὶ Σαράπιδος καὶ Ἁρψενήσιος καὶ Ἀσκληπιοῦ τῶν ἐν Βουσίρι τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολίτου. μέγιστε ἡγεμών, ἐπάνωθεν καὶ τῶν τῆς βασιλίσσης χρόνων μέχρις τοῦ πέμπτου καὶ εἰκοστοῦ θεοῦ καὶ Σεβαστοῦ Καίσαρος ἔτους οἱ τέσσαρες ἱερεῖς ὄντες ἐξ ἱερέων ἐξυπηρετοῦντες τὰ ἱερὰ καὶ ποιούμενοι ἁγνείας καὶ θυσίας δύο παρὰ δύο ἀπαρενόχλητοι γεγόναμεν ὑπὲρ λαογραφίας, τῷ δὲ ἐνεστῶτι κϛ ἔτει Καίσαρος Ἠπιοδώρου τοῦ βασιλικοῦ γραμματέως τοῦ νομοῦ εἰσδόντος ἡμᾶς εἰς ἀπαίτησιν ὑπὲρ λαογραφίας ἐπράχθημεν ἐτῶν τεσσάρων ἕκαστος ἡμῶν …ἀργυρίου δραχμὰς ξδ καὶ χωματικῶν ἀργυρίου δραχμὰς ρη. διὸ ἀξιοῦμεν.