Ancient Greek
BGU 4 1204
Documentary Papyri, Bgu 4 1204
Not analysed yet
Ἰσιδώρα Ἀσκληπιάδηι τῶι ἀδελφῶι χαίρειν καὶ ὑγιαίνειν διὰ παντός. τὰ πρὸς Πανίσκον γράμματα συνεσφράγισμαι ὑμῖν. τὴν οὖν ἁπάντων ἀντιφώνησιν ἐν τάχει πέμψον διὰ τὸ τὸ πλοῖον χωρίζεσθαι. καὶ σὺ δὲ διανδραγάθει, ἕως οὗ ἂν παραγένηται, καὶ σεαυτοῦ ἐπιμελοῦ ἵνʼ ὑγιαίνῃς, ὃ δὴ μέγιστόν ἐστι. ἔρρωσο. ἔτους γ Φαῶφι ε. τὸ ἐνκοίμητρον τοῦ παιδίου πέμψον.