Ancient Greek
BGU 4 1209
Documentary Papyri, Bgu 4 1209
Not analysed yet
ἔλαβον διω μδ ἔτους ζ Φαμενὼθ ιγ. Τρύφων Ἀσκληπιάδηι τῶι ἀδελφῶι χαίρειν καὶ ὑγιαίνειν. λαβὼν τὸ παρὰ σοῦ γράμμα περὶ τῶν κατὰ τοὺς ἐμφανίζοντας τὰ ὑπάρχοντα τοῦ εὐκλήρου ἀδελφοῦ σου ἡμῶν δὲ φίλου γενομένου Πετεχῶντος οὐδὲν σπουδῆς οὐδὲ κακοπαθίας παρέλιπον, ἕως οὗ ἕκαστα ἐπιγνῶ Νεάρχου τοῦ παιδίου ἐπακολουθοῦντος. ἐπεὶ οὖν σὺν θεοῖς οὐδὲν μὲν προβέβηκεν, ἐξ ἰδίων δὲ γέγονεν ἡ καταρχὴ τοῦ πράγματος χαλκοῦ τριῶν δαπανηθέντων …ηθήσεται τὸ πρᾶγμα, ὡς ἂν λάβῃς τὸ γράμμα ἐμβαλοῦ τόν τε ὀρφανὸν καὶ τὴν τούτου μητέρα, ἵνα πρὸς μὲν κατάπληξιν τῶν τολμησάντων ἔχωμεν αὐτοὺς ἑτοίμους πρὸς ἐντυχίαν, πρὸς δὲ λύσιν αὐτοὶ πάλιν ἐπακολουθήσωσιν τοῖς ὑφʼ ἡμῶν οἰκονομηθησομένοις. καὶ σεαυτοῦ ἐπιμελοῦ ἵνʼ ὑγιαίνῃς. ἔρρωσο. ἔτους ζ Μεχεὶρ κθ. τῶι ἀδελφῶι Ἀσκληπιάδηι