Ancient Greek
BGU 6 1214
Documentary Papyri, Bgu 6 1214
Not analysed yet
Πτολεμαῖος στρατηγὸς τοῖς ἐπιστάταις τῶν ἐν τῆι Ἡρακλείδου μερίδι κωμῶν χαίρειν. ἀπὸ τῶν ὑπαρχόντων παρʼ ὑμῖν Αἰγυπτίων γραμματοδιδασκάλων τῶν εἰωθότων γράφειν τὰ συναλλάγματα κατὰ τὸντῆς χώρας νόμον συνκεκριμένοι εἰσὶν οἱ ὑπογεγραμμένοι ὑπὸ Πάσιτος τοῦ ἐπιστάτου τῶν ἐν τῶι νομῶι ἱερῶν καὶ τῶν ἄλλων κατὰ τὰ ὑπὸ Πρωτάρχου τῶν φίλων διασαφηθέντα ἡμῖν ἐπιτήδειοι εἶναι γίνεσθαι πρὸς τῆι κειμένῃ χρείαι, παρʼ ὧν καὶ λαβόντες χειρογραφίαν ὅρκου βασιλικοῦ διεστάλμεθα ὅτι οὐ πλεῖον πράξονται τῶν διακειμένων γραφίων παρευρέσει ᾑτινιοῦν οὐδὲ ἑτέροις ἐπιτρέψουσιν ἀπὸ τοῦ εἴδους τούτου μέρος κατέχειν οὔτε εἰς τὸ βασιλικὸν οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς τὸ ἴδιον οὐδʼ ἂν συνεισπράξωνται τοῖς τὴν πρᾶξιν πεπρακόσιν, …ρ…ρ…ημ…τ…μηνύειν τῶι Πρωτάρχωι, εἶναι δὲ τὸ συνκεκριμένον καθότι καὶ τοὺς ἐν τῶι Βουσιρίτηι γράφοντας ἑστηκέναι τῆς μὲν πράσεως καὶ ἀποστασίου συνγραφῆς γράφοντα δραχμῶν κ τῶν δʼ ἄλλων δραχμῶν ι. ὅπως δὲ καὶ οἱ ἰδιῶται παρακολουθήσαντες περὶ τούτων τάσσωνται τὸ διασεσαφημένον πλῆθος, ἔκθετε πρόγραμμα πρὸ τῶν ἐπιφανεστάτων ἐν ταῖς κώμαις ἱερῶν ,ὁμοίως δὲ καὶ ἐπὶ τῶν τόπων ἐν οἷς ἂν