Ancient Greek
BGU 6 1244
Documentary Papyri, Bgu 6 1244
Not analysed yet
Ἀπολλωνίωι ἐπιστάτηι φυλακιτῶν ιζ ἀποβιασθῶσι ὑπὲρ οὗ …παρὰ Τοκολλούσιος ἔτους κβ Ἁθὺρ κγ. Ἀνικήτωι οἰκονόμωι παρὰ Τκολλούσιος ζυτοποιοῦ κώμης Φνεβίεως καὶ Πεενσχων ἐνεστηκυίας μοι κρίσεως ἐπὶ τῶν τὰ προσοδικὰ κρινόντων χρηματιστῶν πρὸς Πᾶσιν καὶ …σ…θέαν τὴν μητέρα αὐτῶν περὶ οὗ ἐπενενηνόχασιν κατʼ ἐμοῦ καὶ τῶν παρʼ ἐμοῦ φόνου ἀγενήτου παιδίου πεντεκαιδεχημέρου καὶ διὰ τούτου τῶν ἐγκαλουμένων εἰσβιασαμένων εἰς τὴν οἰκίαν μου, ἣν καὶ τυγχάνω ἠγορακυῖα παρὰ τῶν πριαμένων αὐτὴν παρʼ αὐτῶν, νυνὶ δὲ εἰσῳκικότων Ἰσιάδα τινὰ διʼ ἑαυτῶν, ἵνʼ εἴ πως δύναιντο διὰ παρευρέσεως εἰκαστῆς γίνεσθαι τὴν ἐνοίκησιν, ἀξιῶ σε συντάξαι γράψαι Ἀγαθοκλεῖ ἀποστεῖλαι τὴν Ἰσιάδα ὅπως ἀ…η καὶ βίαι ἐκχωρήσηι μοι τούτου γενομένου ὦ τετευχυῖα τῆς βοηθείας. εὐτύχει Ἀπολλωνίωι. ἔτους κβ Ἁθὺρ κδ παρʼ Ἀπολλωνίου Ἀγαθοκλεῖ ἐπιστάτηι Φνεβιέως τοῦ δοθέντος Ἀνικήτωι τῶι ὑπομνήματος ἀναπεμφθέντος δὲ φ’ ……γραφοις ὑπόκειται τὸ ἀντίγραφον καὶ τῶν συντάξεων …,καταπεμφθήτω οὖν ἡ …η ἐπὶ τὴν Ἰσιάδα, ἵνα περὶ τῶν γεγραμμένων ἐπισκεφθῆι ὑπὸ τοῦ Ἀνικήτου …