Ancient Greek
BGU 6 1248
Documentary Papyri, Bgu 6 1248
Not analysed yet
Ἀσκληπιάδης Φιλίνωι τῶι εἰσάγοντι τοῖς ἐν τῶι Πανοπολίτου καὶ τῶν μεμερισμένων τόπων δικασταῖς χαίρειν. ἔγραψας ἡμῖν λάβοντα ἀντίγραφον ἐντεύξεως τῆς ἐμβληθεισης ὑπὸ Ἰσιάδος δοῦναι τοῖς ἐγκαλουμένοις Ἐσοροήρει καὶ Ταγῶτι καὶ παραγγεῖλαι παραγίνεσθαι ἐπὶ τὸ κριτήριον ἐν ἡμέραις πέντε ἔχοντας καὶ τὰ πρὸς τὴν κατάστασιν δικαιώματα. καὶ ὃν ἂν τρόπον ᾠκονομήσαμεν παρηγγελκότες Ταγῶτι μὲν ἐνωπίωι, Ἐσοροήρει δὲ ἀπʼ οἰκίας διʼ Ἐπωνύχου φυλακίτου μακρὸν ἦν διασαφῆσαι. ἔρρωσθε ἔτους λδ Χοιὰκ ε Φιλίνωι