Ancient Greek
BGU 6 1251
Documentary Papyri, Bgu 6 1251
Not analysed yet
Θεοδώρωι ἐπιστάτει Φιλαδελφείας παρὰ Νικαγόρου τοῦ Βίθυος ἑκατονταρούρου τῆι ιϛ τοῦ Φαρμοῦθι τοῦ κϛ ἔτους …Πετοσούχου καὶ …μωφν…ος τοῦ Πανταλέοντος καιροτηρήσαντες τὸν παρʼ ἐμοῦ φύλακα ἀπεσπασμένον εἰς μακρότερον πεδίον ἐπαφέντες τὰ ἑαυτῶν κτήνη βοϊκὰ σὺν ἄλλοιςκτήνεσιν ὧν τοὺς κυρίους ἀγνοῶ εἰς ἣν μεμίσθωμαι γῆν παρὰ Σιμίου τοῦ Πτολεμαίου κατένειμαν καὶ συνεπάτησαν χόρτου ἀγώγια πέντε ἃ γίνονται χαλκοῦ δραχμαὶ Γ