Ancient Greek
BGU 6 1300
Documentary Papyri, Bgu 6 1300
Not analysed yet
Τετὼς τῶι πατρὶ χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ ἄλλα σοι κατὰ λόγον ἐστίν, εἴη ἂν ὡς ἡμεῖς θέλομεν· ὑγίαινον δὲ καὶ αὐτὴ καὶ ἡ μήτηρ καὶ οἱ παρʼ ἡμῶν πάντες. καλῶς ποιήσεις ὡς ἂν ἀναπλῇς ἀνενέγκῃς …καὶ κερκίδας β πυξίδας μέσας β καὶ ἐλάσσους γ γλωσσοκομεῖα β ἀλαβαστροθήκην καλαμίσκους β μῆλας β ἐξάλιπτρον ἔχον βάσιν δακτύλιον καὶ κονδύλιον Σικυώνιον ζμύρναν στατῆρας ε ὁλκὴν νάρδου γ μύρον σμυρναῖον ἔλαιον τῆι μικρᾶι εἰς τὴν κεφαλὴν …οβ… ὀστρίνην καὶ δακτυλίους β ἐσόπτρου θήκην χρυσῆν… πορφυρᾶ μεσόλευκα σινδόνα καὶ τὴν παιδίσκην ἣ πέραν ἦν εἰς Ὀξυρύγχα φρόντισον ὅπως ἀσφαλῶς τὰ κατʼ αὐτὴν οἰκονομήσῃς καὶ μηθέν σοι ὧδε ἀντιπέσῃ, ἀνένεγκον δὲ καὶ κτένας β κροκυφάντους β κόκκινα β ἐνπλόκεια β κροτάλια τῆι μικρᾶι πορφύρας θαλασσίας στατῆρα. ἔρρωσο ἔτους ιβ Φαμενὼθ κβ