Ancient Greek
BGU 7 1565
Documentary Papyri, Bgu 7 1565
Not analysed yet
…βε…ωρος …ὁ πρὸς καταλοχισμοῖς τῶν κατοίκων Ἀρσινοείτου καὶ ἄλλων νομῶν Ἰουλίωι Διο…κιανοῦ τῷ τῆς Ἡρακλείδου μερίδος συντακτικῷ χαίρειν. Ἰουλία Νεμεσίλλα ἀπὸ χρηματισμοῦ καταλοχισμῶν ιη ἔτους Θεοῦ Αἰλίου Ἀντωνείνου Παχὼν η μετεπιγέγραπται ἃς παρακεχώρηται διὰ τοῦ ἐν Ἀλεξανδρείᾳ καταλογείου τῷ διεληλυθότι ἔτει Θῶθ παρὰ Μάρκου Οὐαλερίου Τούρβωνος στρατιώτου περὶ Φιλαδέλφειαν σιτικὰς ἀρούρας ἕξ γίνονται σιτικαὶ ἄρουραι ϛ. ἔρρωσο. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου Ἁθὺρ νεομηνίᾳ.