Ancient Greek
BGU 7 1568
Documentary Papyri, Bgu 7 1568
Not analysed yet
εἰρήναρχοι Ἀρσινοείτου εἰρηνάρχαις Νειλοπολείτου τοῖς φιλτάτοις χαίρειν. ὄνος θήλεια μυόχρους ἀγγαρευθεῖσα εἰς τὸν ἡμέτερον νομὸν ἐν κώμῃ Φιλαδελφείᾳ συνηλάσθη τισὶν καὶ αὐτοῖς ἀγγαρευθεῖσει τοῦ ὑμῶν νομοῦ. φροντίσατε οὖν, ἀδελφοί, τὸν ἄνθρωπον ἀναζητήσαντες τὴν ὄνον παραδοῦναι τῷ διαπεμφθέντι ὑφʼ ἡμῶν δημοσίῳ καὶ δεσπότῃ τῆς ὄνου λαβόντες γράμματα παρʼ αὐτῶν τῆς παραλήμψεως. ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα, φίλτατοι. ἔτους α τῶν κυρίων ἡμῶν Μακριανοῦ καὶ Κυήτου Σεβαστῶν Παῦνι κ.