Ancient Greek
BGU 7 1575
Documentary Papyri, Bgu 7 1575
Not analysed yet
Ἀμμωνίῳ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος. παρὰ Λογγινίης Νεμεσίλλης Ῥωμαίας καὶ Ἀντινοείδος διὰ Ἡρακλείδου Διογένους. διειλάμην ἔτι πάλαι κατὰ δημόσιον χρηματισμὸν διὰ τοῦ καταλογείου πρὸς τὴν ἀδελφήν μου Λογγινίαν Λουκίαν τὰ ὑπάρχοντα ἡμῖν κοινῶς ἐξ ἴσου περὶ κώμην Φιλαδέλφιαν κλήρου κατοικικοῦ ἀρούρας δύο ἥμισυ καὶ ἐν τῇ κώμῃ οἰκίαν καὶ αὐλὴν καὶ ὑπερῷον καμάραν, ἅ ἐστιν πυλών, εἴσοδος καὶ ἔξοδος τῆς οἰκίας καὶ αὐλῆς, καὶ περὶ κώμην Ἡφαιστιάδα κλήρου κατοικικοῦ ἄρουραν μίαν · ἐκ δὲ τῆς γενομένης διαιρέσεως ἐκληρώθην τά τε ἐν τῇ κώμῃ οἰκόπεδα πάντα καὶ τὴν περὶ Ἡφαιστιάδα ἄρουραν μίαν ,τὴν δὲ Λογγινίαν Λουκίαν ὁμοίως κεκληρῶσθαι τὰς περὶ Φιλαδέλφιαν κλήρου κατοικικοῦ ἀρούρας δύο ἥμισυ . ἐπεὶ οὖν βουληθεῖσα μέρος τι τῶν οἰκοπέδων μου οἰκοδωμῆσαι διὰ πα…ν οὐκ εἰάθην ὑπὸ τῆς προγεγραμμένης Λογγινίας Λουκίας …φροντίδα ἀποπροσποι… τὰ τῆς διαιρέσεως δίκαια ἐπιδίδωμι καὶ ἀξιῶ ……ἐὰν δόξῃ, ἐπιστεῖλαι τῷ τῆς κώμης κωμογραμματεῖ, ὅπως λαβὼν παρʼ ἑκατέρας τὰ δίκαια τὸ ἴδιόν μοι ἀποκαταστήσῃ καὶ ὦ βεβοηθημένη …ἔτους λ Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου.