Ancient Greek
BGU 7 1586
Documentary Papyri, Bgu 7 1586
Not analysed yet
ἔτους θ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστῶν καὶ Πουπλίου Σεπτιμίου Γέτα Καίσαρος. διεγράφη Ὡρίων καὶ μέτοχοι πράκτορες ἀργυρικῶν ἐν κλήρῳ διὰ Σισβ τειχιστοῦ Μεσορὴ λ Μᾶρκος Ἰούλιος Ἀλέξανδρος διὰ Σαβίνου εἰς τὸ ὄγδοον ἔτος δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ. Θῶθ κθ ἄλλας δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ. Ἁδριανοῦ δ ὁμοίως εἰς ὄγδοον ἔτος δραχμὰς ὀκτώ γίνονται δραχμαὶ η. Φαμενὼθ α ὁμοίως εἰς η ἔτος δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ. Φαρμοῦθι κα ὁμοίως ἄλλας δραχμὰς δεκαὲξ γίνονται δραχμαὶ ιϛ.