Ancient Greek
BGU 7 1588
Documentary Papyri, Bgu 7 1588
Not analysed yet
Πτολεμαιέων Ἀρσινοειτῶν πόλεως ἄρχοντες βουλὴ διὰ Αὐρηλίων Ἀγαθοῦ Δαίμονος τοῦ καὶ Νείλου …γυμνασιαρχήσαντος καὶ Πασίωνος ἐξηγητεύσαντος βουλευτῶν αἱρεθέντων ἐπὶ τῆς τῶν καταλοχισμῶν εἰσπράξεως, τούτων δὲ διὰ Αὐρηλίου Τρύφωνος βοηθοῦ Οὐαλερίᾳ …διὰ Μάρκου Ἀντωνίου Διογένους χαίρειν. διέγραψας ἡμῖν τέλος γνωστείας ὧν προήνεγκας κεκληρονομηκέναι τοῦ πατρὸς Οὐαλερίου Λονγείνου Ἀντινοέως ἀκολούθως ᾗ πεποίησαι χειρογραφίᾳ περὶ κώμην Φιλαδέλφιαν σιτικῶν ἀρουρῶν τεσσάρων φοινικῶνος ἀρούρας μιᾶς τέλος δραχμῶν ἐνενήκοντα …. ἔτους β Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι λ.