Ancient Greek
BGU 7 1644
Documentary Papyri, Bgu 7 1644
Not analysed yet
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Καισάρων Αὐρηλίῳ Γεροντίῳ Σαραπίωνος οὐετρανῷ τῶν ἐντίμως ἀπολελυμένων παρὰ Αὐρηλίου Πασεῖτος Τούρβωνος ἀπὸ κώμης Φιλαδελφίας. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὴν ὑπάρχουσάν σοι περὶ τὴν αὐτὴν κώμην σιτικὴν ἄρουραν μίαν ἢ ὅση ἐὰν ᾖ ἐπὶ χρόνον ἔτη δύο ἀπὸ σπορᾶς τοῦ ἐνεστῶτος ἔτους ἐκφορίου τῆς ἀρούρης κατʼ ἔτος ἕκαστον πυροῦ ἀρταβῶν δύο καὶ οὐκ ἐξέσται μ… τοὺς …σιεπ…ουδε…τα …τι…τος τῆς ἀρούρης …καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲ ἓν ποιῶν. τὸ δὲ κατʼ ἔτος ἐκφόριον ἀποδώσω μηνὶ Παῦνι …ἐπὶ τῆς μητροπόλεως μέτρῳ τετραχοινίκῳ, τῶν δημοσίων πάντων ὄντων πρὸς σὲ τὸν κτήτορα, καὶ μετὰ τὸν χρόνον παραδώσω τὴν ἄρουραν καθαρὰν καὶ καθὼς παρέλαβον, ἐὰν φαίνηται μισθῶσαι. καὶ παρε…