Ancient Greek
BGU 7 1660
Documentary Papyri, Bgu 7 1660
Not analysed yet
Ἡρακλείδης Ἀκουσιλάου τοῦ καὶ Μύσθου Μιθροδᾷ Πάτρωνος χαίρειν. ἀπέχω παρὰ σοῦ τὸ λοιπὸν τοῦ ἐνοικίου τῆς χορτοθήκης τοῦ ἐνεστῶτος πρώτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀργυρίου δραχμὰς ὀκτώ γίνονται δραχμαὶ η πλήρης. ἔτους α Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Δρουσιλλήου λ.