Ancient Greek
BGU 7 1663
Documentary Papyri, Bgu 7 1663
Not analysed yet
…χαίρειν. ὁμολογῶ ἀπεσχηκέναι παρʼ ὑμῶν τοὺς …μισθοὺς τῆς ναυπηγικῆς ἐργασίας καὶ τῶν σὺν ἐμοὶ ἐργαζομένων ναυπηγῶν καὶ τὰς σπονδὰς καὶ πάντα ἁπαξαπλῶς τὰ διαφέροντα τῇ ναυπηγικῇ ἢ ἐργασίᾳ πλήρη, οὗ κατεσκεύασα ὑμῖν ἀμφοτέροις κοινῶς ἐξ ἴσου κατὰ τὸ ἥμισυ ἐφʼ ὅρμου τῆς Ἀντινοέων λαμπροτάτης πόλεως πλοίου Ἑλληνικοῦ ἀγωγῆς ἀρταβῶν διακοσίων πλειόνων ἢ ἐλασσόνων, οὗ μέτρα μήκους πηχῶν δεκαεννέα ,πλάτους πηχῶν ἕξ ,εὔρους πηχῶν τριῶν ,καὶ οὐδὲν ὑμῖν ἐγκαλῶ οὐδʼ ἐγκαλέσω περὶ μισθῶν ἢ σπονδῶν ἢ ἄλλου τινὸς ἁπαξαπλῶς πράγματος διαφέροντος τῇδε τῇ ναυπηγικῇ ἐργασίᾳ τὸ ναυπηγικὸν …ιον, ὅπερ …ἐπὶ ὑπογραφῇ …δημοσίων …εραιαπ…ος τ…υ…νι …ωερ…το…ρ …Δημητρίου ἀπέσχον τοὺς μισθοὺς καὶ τὰς σπονδὰς πλήρης καὶ οὐδὲν ἐνκαλῶ οὐδὲ ἐνκαλέσω, ὡς πρόκιται.