Ancient Greek
BGU 7 1669
Documentary Papyri, Bgu 7 1669
Not analysed yet
παρὰ Κορκοδείλου τοῦ γραμματέως προεστῶτος τῆς πρότερον Τιγελλίου προσόδου. λαβὼν τὸ παρὰ σοῦ γράμμα περὶ τῶν βοῶν ἐκόμισα Ἀμύνται· ἐπεὶ οὖν τὸ ἱκανὸν παρʼ αὐτοῦ ἔσχον, καὶ ἀναφέρω, ἵνʼ εἰδῇς.