Ancient Greek
BGU 7 1680
Documentary Papyri, Bgu 7 1680
Not analysed yet
Ἰσεῖς Θερμουθίωι τῇ μητρὶ πλεῖστα χαίρειν. τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς. γεινώσκειν σε θέλω, ὅτι εὖ καὶ καλῶς γέγονα εἰς Ἀλεξάνδρειαν ἐν τέσσαρσι ἡμέραις. ἀσπάζομαι τὴν ἀδελφήν μου καὶ τὰ παιδία καὶ Ἐλουᾶθ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ Διοσκοροῦν καὶ τὸν ἄνδρα αὐτῆς καὶ τὰ παιδία καὶ Τάμαλιν καὶ τὸν ἄνδρα αὐτῆς καὶ τὸν υἱὸν καὶ Ἥρωνα καὶ Ἀμμωνάριον καὶ τὰ παιδία αὐτῆς καὶ τὸν ἄνδρα καὶ Σανπατʼ καὶ τὰ παιδία αὐτῆς. καὶ ἐὰν θελήσῃ Ἀϊῶν στρατεύσασθαι, ἐρχέσθω· στρατεύονται γὰρ πάντες. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πανοικί. …παρὰ Ἰσεῖτος θυγατρός.