Ancient Greek
BGU 8 1730
Documentary Papyri, Bgu 8 1730
Not analysed yet
βασιλέως καὶ βασιλίσσης προσταξάντων. μηδένα τῶν ὑπὲρ Μέμφιν νομῶν ἀγοράζοντα πυρὸν ἢ ὄσπριον κατάγειν εἰς τὴν κάτω χώραν, ἀλλὰ μηδʼ εἰς τὴν Θηβαίδα ἀνάγειν παρευρέσει μηδεμιᾶι, πάντας δʼ ἀνυφοράτους ὄντας εἰς Ἀλεξάνδρειαν παρακομίζειν, ἢ ὁ φωραθεὶς θανάτωι ἔνοχος ἔσται. μηνύειν δὲ τὸν βουλόμενον περὶ τῶν παρὰ ταῦτα ποιησόντων τοῖς κατὰ νομὸν στρατηγοῖς, ἐφʼ ᾧ λήμψεται τῆς τοῦ ἐνσχεθησομένου οὐσίας τὸ τρίτον μέρος, ἐὰν δὲ δοῦλος ᾖ, ἐλεύθερος τʼ ἔσται καὶ προσλήμψεται τὸ ἕκτον. ἔτους γ Φαῶφι κγ Ὧρος τοπογραμματεὺς …διʼ Ὀνίου γραμματέως ἐκτέθεικα ἐναντίον τοῦ προεκκειμένου προστάγματος. ἔτους γ Ἁθὺρ …ε.