Ancient Greek
BGU 8 1738
Documentary Papyri, Bgu 8 1738
Not analysed yet
κβ Χαιρήμων καὶ ἄλλος Ἀπολλωνίωι χειρογραφία. ἔτους δεκάτου μηνὸς Δίου Θωὺθ δευτέρᾳ καὶ εἰκάδι ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν. ὀμνύομεν βασιλέα Πτολεμαῖον καὶ βασίλισσαν Κλεοπάτραν τὴν καὶ Τρύφαιναν θεοὺς Φιλοπάτορας καὶ Φιλαδέλφους καὶ θεὰν Φιλομήτορα καὶ θεὸν Σωτῆρα καὶ θεὰν Εὐέργετιν καὶ θεὸν Εὐεργέτην καὶ θεὸν Νέον Φιλοπάτορα καὶ θεὸν Εὐπάτορα καὶ θεοὺς Ἐπιφανεῖς καὶ θεοὺς Φιλοπάτορας καὶ θεοὺς Εὐεργέτας καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας καὶ τὸν Σάραπιν καὶ τὴν Ἶσιν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας Χαιρήμων Ἡρακλείδου Μακεδὼν τῶν κατοίκων ἱππέων καὶ ὁ υἱὸς Ἡρακλείδης Μακεδὼν διάδοχος τοῦ πατρικοῦ κλήρου Ἀπολλωνίῳ Εὐβούλου Μακεδόνι τῶν κατοίκων ἱππέων ἐμμενεῖν καὶ ποιήσειν σοί τε καὶ τοῖς παρὰ σοῦ πάντα τὰ κατὰ τὴν τοῦ ὁμολογίου συγγραφὴν ἣν τεθείμεθά σοι διὰ τοῦ αὐτοῦ ἀγορανομίου ἅμα τῆι χειρογραφίαι ταύτηι ἀναφερομένηι, καθʼ ἣν ἀνωμολογήμεθα ὁ μὲν ἡμῶν Χαιρήμων τοῦ ὑπάρχοντος αὐτῶι περὶ …σταθμοῦ τόπων …εὐδοκεῖν τῇ μετεπιγραφῇ, τὸν δὲ ἕτερον συνευδοκεῖν τῆι παραχωρήσει καὶ πᾶσιν ἃ δηλοῦνται διὰ τῆς συγγραφῆς, καὶ μηδὲ παρασυγγραφήσειν μηδὲ κακοτεχνήσειν τι τῶν διὰ τῆς συγγραφῆς ἢ τῶν ἐν τῇ χειρογραφίᾳ ταύτῃ γεγραμμένων μήτε κρίσιν μηδὲ δίκην μηδένα ἡμῶν γράφεσθαί σοι μηδὲ τοῖς παρὰ σοῦ ἐπὶ μηδενὸς ἄρχοντος μηδʼ ἐπὶ κριτηρίου περί τινος ἁπλῶς τῶν κατὰ τοὺς τόπους. ἐὰν δέ τι παραβαίνωμεν τῶν διὰ τῆς συγγραφῆς ἢ τῶν ἐν τῆι χειρογραφίᾳ ταύτῃ γεγραμμένων, ἡ μὲν παραχώρησις κυρία ἔστω καὶ ἡ πρᾶξις ἔστω σοί τε καὶ τοῖς παρὰ σοῦ τῶν καθʼ ἡμῶν ἐπιτίμων ἀκολούθως τῆι συγγραφῆι, αὐτοὶ δʼ ἔνοχοι εἴημεν τῷ ὅρκῳ ὁπηνίκʼ ἂν εὐθυνθῶμεν. Χαιρήμων Ἀπολλωνίωι χειρογραφία