Ancient Greek
BGU 8 1750
Documentary Papyri, Bgu 8 1750
Not analysed yet
τῶι δεῖνι ἀντιγραφεῖ τῆς βασιλικῆς τραπέζης συμπροοῦ κατὰ τὸν παρὰ Διονυσίου τοῦ συγγενοῦς καὶ στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων χρηματισμὸν τοῖς ἀποτεταγμένοις εἰς τὸν νομὸν Θηβαίων πενταρούρων ἀνδράσι υη τὸ καθῆκον ὀψώνιον τοῦ Μεσορὴ τοῦ ιη ἔτους ἑκάστῳ χαλκοῦ δραχμὰς Γ τὰ συναγόμενα χαλκοῦ τάλαντα διακόσια τέσσαρα, γίνεται τάλαντα σδ καὶ σύμβολα καὶ ἀντισύμβολα ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει. εἰς ἀντιγραφήν ἔτους ιη Μεσορὴ ιδ