Ancient Greek
BGU 8 1768
Documentary Papyri, Bgu 8 1768
Not analysed yet
…ραν μέχρι Ἱερᾶς Νήσου καὶ ἐκεῖθεν καταπλεύσας τῶι …μβατικῶι ποταμῶι τῆι ιβ ἐξεδέχθη ἐπὶ τοῦ …ὅρμου ὑπαπαντήσαντος μὲν Σχ…ν…ς… τοῦ προφήτου …εων…εου καὶ τῶν ἄ ἱερέων καὶ λαν… ενιου α …νενμη α…των πεζῶν τε καὶ ἱππέων καὶ τοῦ τῆς …οἰκίας …τοῦ σύμπαντος τῆς κατοικίας πλήθους καὶ τῶν κατὰ ξένην ἔτι δὲ καὶ τοῦ λαοῦ …μετὰ τῆς πλείστης σπουδῆς καὶ χαρᾶς ὁμοθυμαδὸν εὐφημούντων κατήντησεν ἐπὶ τὸ τοῦ Ἡρακλέους ἱερὸν ἐν ὧι θυσίας τε καὶ σπονδὰς ὑπέρ τε τοῦ κυρίου βασιλέως καὶ σοῦ ποιησάμενος ἀνέγνω ἐν τῶι Ἀρσινοείῳ τὰ περὶ τῆς καταστάσεως γράμματα καὶ ἃς ἐδεδώκεις ἐντολὰς περὶ τῆς πάντων χειραγωγίας ἐξέθετο καὶ ἐν τῶι τῶν κατοίκων γυμνασίωι παραπλήσια διαλεχθεὶς εἰς τὴν στρατηγικὴν ἀνέστρεψε κατάλυσιν …