Ancient Greek
BGU 8 1774
Documentary Papyri, Bgu 8 1774
Not analysed yet
τοῖς ἐπὶ χρειῶν τεταγμένοις. Ἀπολλωνίου καὶ Ἡρακλείδου ἀμφοτέρων Ἡρακλείδου ἐνκαλεσάντων τῆι ἑαυτῶν μητρὶ καὶ τῆι ταύτης δούληι Ζωσίμηι περὶ ἐκφορήσεως σκευῶν τε καὶ βιβλίων πατρικῶν καὶ ἑτέρων ἀδικημάτων συνετάξαμεν παραγγεῖλαι, τῶν δὲ πρὸς τούτοις ἀνενηνοχότων πεποιῆσθαι τὰ τῆς παραγγελίας καὶ διὰ προγράμματος δὲ προσκεκλημένων μηδʼ οὕτως ἀπηντηκυιῶν, ἐὰν οἱ ἐντετευχότες παραδιδῶσι τὴν σημαινομένην δούλην, παραλαβόντες καταστήσατʼ ἐφʼ ἡμᾶς. …