Ancient Greek
BGU 8 1782
Documentary Papyri, Bgu 8 1782
Not analysed yet
Λεωνίδης Λεωνίδου τοῖς παρʼ Ἡλιοδώρου τοῦ συγγενοῦς καὶ στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων τοῦ Ἡρακλεοπολίτου χαίρειν. ἀνακεκόμικά σοι ἐγώ τε καὶ Νικήφορος καὶ Ζώσιμος ὁ παρὰ Νουμηνίου τοῦ συγγενοῦς καὶ διοικητοῦ καὶ πρὸς τῶι ἰδίωι λόγωι ἰδιόγραφον ἐπιστολῆς, ὅπως ἀποκατασταθῆι αὐτῆι τὰ διʼ ὑμῶν …ηγμένα· ὁμολογῶ ἀπεσχηκέναι σὺν τῆι δεῖνι τά τε ὀνικὰ καὶ ἱππικὰ καὶ βοικὰ κτήνη ἐκ πλήρους, ἔτι δὲ καὶ τὰς ε… παλαιᾶς ὀλύρας καὶ κριθῆς καὶ τὰ ἄλλα τε. καὶ παρεξόμεθά σοι τὰ ὑπὸ τῆς προιεμένης περὶ τῶν αὐτῶν καὶ περὶ τοῦ μηδένα λόγον λείπεσθαι …πρὸς ὑμᾶς ἅμα δὲ πρὸς Ἡλιόδωρον διὰ τὸ ἀπεσχηκέναι ἡμᾶς, περὶ ὧν σοι καὶ ἑτέραν ἀποχὴν προείμην. καὶ μηδὲν αὐτὴν ἐγκαλεῖν περὶ μηδενὸς …ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου. ἡ ἀποχὴ ἥδε κυρία ὑπογρ Νικηφορ …καὶ ποιῆσαι καθὼς πρόκειται